Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.273 Joseph. AJ 6.277 (English) >>Joseph. AJ 6.281

6.275

Δαυίδης δὲ ἐκεῖθεν ἄρας εἴς τινα τόπον Καινὴν καλουμένην τῆς Ζιφήνης παραγίνεται, εἰς ὃν Ἰωνάθης τοῦ Σαούλου παῖς συμβαλὼν αὐτῷ καὶ κατασπασάμενος θαρρεῖν τε καὶ χρηστὰς περὶ τῶν μελλόντων ἔχειν ἐλπίδας παρεκάλει καὶ μὴ κάμνειν τοῖς παροῦσι· βασιλεύσειν γὰρ αὐτὸν καὶ πᾶσαν τὴν Ἑβραίων δύναμιν ἕξειν ὑφʼ ἑαυτῷ, φιλεῖν δὲ τὰ τοιαῦτα σὺν μεγάλοις ἀπαντᾶν πόνοις. 6.276πάλιν δʼ ὅρκους ποιησάμενος τῆς εἰς ἅπαντα τὸν βίον πρὸς ἀλλήλους εὐνοίας καὶ πίστεως καὶ τὸν θεὸν μάρτυρα καλέσας, ὧν ἐπηράσατο αὑτῷ παραβάντι τὰ συγκείμενα καὶ μεταβαλλομένῳ πρὸς τἀναντία, τὸν μὲν αὐτόθι καταλείπει μικρὰ τῶν φροντίδων καὶ τοῦ δέους ἐπικουφίσας, αὐτὸς δὲ πρὸς αὑτὸν ἐπανέρχεται. 6.277οἱ δὲ Ζιφηνοὶ χαριζόμενοι τῷ Σαούλῳ μηνύουσιν αὐτῷ παρʼ αὐτοῖς διατρίβειν τὸν Δαυίδην καὶ παραδώσειν ἔφασαν ἐπʼ αὐτὸν ἐλθόντι· καταληφθέντων γὰρ τῶν τῆς Ζιφηνῆς στενῶν οὐκ εἶναι φυγεῖν αὐτὸν πρὸς ἄλλους. 6.278 δὲ βασιλεὺς ἐπῄνεσεν αὐτοὺς χάριν ἔχειν ὁμολογήσας τὸν ἐχθρὸν αὐτῷ μεμηνυκόσι, καὶ οὐκ εἰς μακρὰν ἀμείψεσθαι τῆς εὐνοίας ὑποσχόμενος αὐτοὺς ἔπεμψε τοὺς ζητήσοντας τὸν Δαυίδην καὶ τὴν ἐρημίαν ἐξερευνήσοντας, αὐτὸς δʼ ἀκολουθήσειν ἀπεκρίνατο. 6.279καὶ οἱ μὲν ἐπὶ τὴν θήραν καὶ τὴν σύλληψιν τοῦ Δαυίδου προῆγον τὸν βασιλέα σπουδάζοντες μὴ μόνον αὐτῷ μηνῦσαι τὸν ἐχθρὸν αὐτῷ τὴν εὔνοιαν, ἀλλὰ καὶ τῷ παρασχεῖν αὐτὸν εἰς ἐξουσίαν φανερωτέραν καταστῆσαι· διήμαρτον δὲ τῆς ἀδίκου καὶ πονηρᾶς ἐπιθυμίας, οἳ μηδὲν κινδυνεύειν ἔμελλον ἐκ τοῦ μὴ ταῦτʼ ἐμφανίσαι τῷ Σαούλῳ,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.273 Joseph. AJ 6.277 (English) >>Joseph. AJ 6.281

Powered by PhiloLogic